TLG 2203 002 :: [THEOPHILUS] :: Fragmenta

[THEOPHILUS] Hist.
(Incertum)

Fragmenta

Source: Müller, K. (ed.), FHG 4. Paris: Didot, 1841–1870: 515–517.

Frr. 1–7

Citation: Fragment — (line)

t1

ΙΤΑΛΙΚΑ. E LIBRO TERTIO.

1

Plutarch. Par. min. c. 13: Ῥωμαῖοι πολεμοῦντες πρὸς Τοῦσκον, ἐχειροτόνησαν Βαλέριον Τουρκουάτον· οὗτος θεασάμενος τοῦ βασιλέως τὴν θυ‐ γατέρα, τοὔνομα Κλουσίαν, ᾐτεῖτο παρὰ τοῦ Τούσκου
5τὴν θυγατέρα· μὴ τυχὼν δὲ, πορθεῖ τὴν πόλιν. Ἡ δὲ Κλουσία ἀπὸ τῶν πύργων ἔρριψεν ἑαυτήν· προνοίᾳ δ’ Ἀφροδίτης κολπωθείσης τῆς ἐσθῆτος, διεσώθη ἐπὶ τὴν γῆν· ἣν ὁ στρατηγὸς ἔφθειρε· καὶ τούτων πάντων ἕνεκα ἐξωρίσθη κοινῷ δόγματι ὑπὸ Ῥωμαίων εἰς Κέρ‐
10σικαν νῆσον πρὸ τῆς Ἰταλίας· ὡς Θεόφιλος ἐν τρίτῳ Ἰταλικῶν.

t2a

ΠΕΛΟΠΟΝΝΗΣΙΑΚΑ. E LIBRO SECUNDO.

2a

Plutarch. Par. min. c. 32: Ἐν τῷ Πε‐ λοποννησιακῷ πολέμῳ Πεισίστρατος Ὀρχομένιος τοὺς μὲν εὐγενεῖς ἐμίσει, τοὺς δ’ εὐτελεῖς ἐφίλει. Ἐβουλεύ‐ σαντο δὲ οἱ ἐν τῇ βουλῇ φονεῦσαι, καὶ διακόψαντας
5αὐτὸν εἰς τοὺς κόλπους ἔβαλον, καὶ τὴν γῆν ἔξυσαν. Ὁ δὲ δημότης ὄχλος ὑπόνοιαν λαβὼν ἔδραμεν εἰς τὴν βουλήν. Ὁ δὲ νεώτερος υἱὸς τοῦ βασιλέως, Τλησίμα‐ χος, εἰδὼς τὴν συνωμοσίαν, ἀπὸ τῆς ἐκκλησίας ἀπέ‐
σπασε τὸν ὄχλον, εἰπὼν ἑωρακέναι τὸν πατέρα μεθ’515
10ὁρμῆς εἰς τὸ Πισαῖον ὄρος φέρεσθαι, μείζονα μορφὴν ἀνθρώπου κεκτημένον. Καὶ οὕτως ἠπατήθη ὁ ὄχλος· ὡς Θεόφιλος ἐν δευτέρῳ Πελοποννησιακῶν.

2b

Plutarchus De fluv. c. 24, 1: Τίγρις ποταμός ἐστι τῆς Ἀρμενίας τὸν ῥοῦν καταφέρων εἴς τε τὸν Ἀράξην καὶ τὴν Ἀρσακίδα λίμνην· ἐκαλεῖτο δὲ τὸ πρότερον Σόλλαξ, ὅπερ μεθερ‐
5μηνευόμενόν ἐστι κατωφερής· ὠνομάσθη δὲ Τίγρις δι’ αἰτίαν τοιαύτην. Διόνυσος κατὰ πρόνοιαν Ἥρας ἐμμανὴς γενόμενος, περιήρχετο γῆν τε καὶ θάλατταν, ἀπαλλαγῆναι τοῦ πάθους θέλων. Γενόμενος δ’ ἐν τοῖς κατ’ Ἀρμενίαν τόποις, καὶ τὸν προειρημένον ποταμὸν
10διελθεῖν μὴ δυνάμενος, ἐπεκαλέσατο τὸν Δία· γενόμε‐ νος δ’ ἐπήκοος ὁ θεὸς, ἔπεμψεν αὐτῷ τίγριν, ἐφ’ ἧς ἀκινδύνως προσενεχθεὶς, εἰς τιμὴν τῶν συμβεβηκότων τὸν ποταμὸν Τίγριν μετωνόμασε· καθὼς ἱστορεῖ Θεό‐ φιλος ἐν αʹ Περὶ λίθων.

t3

ΠΕΡΙΗΓΗΣΙΣ ΣΙΚΕΛΙΑΣ. E LIBRO UNDECIMO.

3

Steph. Byz.: Παλική, πόλις Σικελίας. Θεόφιλος δ’ ἐν ἑνδεκάτῳ Περιηγήσεως Σικελίας Παλικίνην κρή‐ νην φησὶν εἶναι.

4

Alexander Polyhistor ap. Euseb. Pr. Ev. IX, c. 34: Θεόφιλος δέ φησι τὸν περισ‐ σεύσαντα χρυσὸν τὸν Σαλομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι· τὸν δὲ εἰ‐
5κόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.

t5-7b

E LIBRIS INCERTIS.

5

Schol. Nicandri Theriac. 11: Ὁ δὲ Ζηνοδότειος Θεόφιλος ἱστορεῖ, ὡς ἄρα ἐν τῇ Ἀττικῇ δύο ἐγένοντο ἀδελφοὶ, Φάλαγξ μὲν ἄρσην, θήλεια δ’ Ἀράχνη τοὔ‐ νομα· καὶ ὁ μὲν Φάλαγξ ἔμαθε παρὰ τῆς Ἀθηνᾶς τὰ
5περὶ τὴν ὁπλομαχίαν, ἡ δὲ Ἀράχνη τὰ περὶ τὴν ἱστο‐ ποιίαν· μιγέντας δὲ ἀλλήλοις στυγηθῆναι ὑπὸ τῆς θεοῦ καὶ μεταβληθῆναι εἰς ἑρπετὰ, ἃ δὴ καὶ συμβαίνει ὑπὸ τῶν ἰδίων τέκνων κατεσθίεσθαι.

6

Athenaeus I: Θεόφιλος δέ φησιν· «Οὐχ ὥσπερ Φιλόξενον τὸν Ἐρύξιδος· ἐκεῖνος γὰρ, ὡς ἔοι‐ κεν, ἐπιμεμφόμενος τὴν φύσιν εἰς τὴν ἀπόλαυσιν ηὔ‐ ξατό ποτε γεράνου τὴν φάρυγγα σχεῖν· ἀλλὰ πολὺ
5μᾶλλον ἵππον ὅλως ἢ βοῦν ἢ κάμηλον ἢ ἐλέφαντα δεῖ σπουδάζειν γενέσθαι. Οὕτω γὰρ αἱ ἐπιθυμίαι καὶ αἱ ἡδοναὶ πολλῷ μείζους καὶ σφοδρότεραι· πρὸς γὰρ τὰς δυνάμεις ποιοῦνται τὰς ἀπολαύσεις.»

7a

Fulgentius Mythol. lib. II, 17: Beatinius au‐ gur dicere solitus erat, diversarum urbium honores somnialiter peragi urbicario mimologo ... Credo enim quod Theophili philosophi sententiam legerat,
5dicentis μίμος ὁ βίος, id est: mimus vita.516

7b

Ptolemaeum, Geogr. I, 14: Ἀλλ’ ἵνα μὴ δόξωμεν καὶ αὐτοὶ πρὸς κείμενόν τι πλῆ‐ θος ἐφαρμόζειν τὰς τῶν ἀποχῶν εἰκασίας, παραλάβω‐ μεν τὸν ἀπὸ τῆς Χρυσῆς Χερρονήσου μέχρι Καττιγά‐
5ρων πλοῦν, συγκείμενον ἔκ τε εἴκοσιν ἡμερῶν, τῶν ἐπὶ Ζάβας, καὶ ἐξ ἄλλων τινῶν τῶν ἐπὶ τὰ Καττίγαρα, ὥσπερ ἀπὸ τῶν Ἀρωμάτων ἐπὶ τὸ Πράσον ἄκρον, συγ‐ κείμενον καὶ αὐτὸν ἔκ τε τῶν ἴσων ἡμερῶν, εἴκοσιν τῶν ἐπὶ τὰ Ῥαπτὰ, κατὰ Θεόφιλον, καὶ ἐξ ἄλλων
10πολλῶν τῶν ἐπὶ τὸ Πράσον, κατὰ Διόσκορον, ἵνα καὶ κατὰ τὸν Μαρῖνον ἐν ἴσῳ θῶμεν τάς τινας ἡμέρας ταῖς
πολλαῖς εἰκάσαντα.517